Ancient Greek
72.1 to 72.3
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 72.1-3-3
Not analysed yet
τούτων δὲ πραττομένων Θρασύβουλος ὁ τῶν Ἀθηναίων στρατηγὸς μετὰ νεῶν πεντεκαίδεκα πλεύσας ἐπὶ Θάσον ἐνίκησε μάχῃ τοὺς ἐκ τῆς πόλεως καὶ περὶ διακοσίους αὐτῶν ἀνεῖλεν· ἐγκλείσας δʼ αὐτοὺς εἰς πολιορκίαν ἠνάγκασε τοὺς φυγάδας τοὺς τὰ τῶν Ἀθηναίων φρονοῦντας καταδέχεσθαι, καὶ φρουρὰν λαβόντας συμμάχους Ἀθηναίων εἶναι. μετὰ δὲ ταῦτα πλεύσας εἰς Ἄβδηρα προσηγάγετο πόλιν ἐν ταῖς δυνατωτάταις οὖσαν τότε τῶν ἐπὶ Θρᾴκης. οἱ μὲν οὖν στρατηγοὶ τῶν Ἀθηναίων ταῦτα ἔπραξαν μετὰ τὸν οἴκοθεν ἔκπλουν. Ἆγις δʼ ὁ τῶν Λακεδαιμονίων βασιλεὺς ἔτυχε μὲν ἐν τῇ Δεκελείᾳ διατρίβων μετὰ τῆς δυνάμεως, πυνθανόμενος δὲ τοὺς κρατίστους τῶν Ἀθηναίων μετʼ Ἀλκιβιάδου στρατευομένους, νυκτὸς ἀσελήνου τὸ στρατόπεδον ἤγαγεν ἐπὶ τὰς Ἀθήνας.