Ancient Greek · ~2 min
Book XIII, Chapter 72
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 72.4
Not analysed yet
εἶχε δὲ πεζοὺς δισμυρίους ὀκτακισχιλίους, ὧν ἦσαν οἱ μὲν ἡμίσεις ὁπλῖται κατʼ ἐκλογήν, οἱ δʼ ἡμίσεις ψιλοί· κατηκολούθουν δʼ αὐτῷ καὶ τῶν ἱππέων εἰς χιλίους διακοσίους, ὧν ἐννακοσίους μὲν Βοιωτοὶ παρείχοντο, τοὺς δὲ λοιποὺς Πελοποννήσιοι συνεξέπεμψαν. ὡς δʼ ἐγγὺς ἐγενήθη τῆς πόλεως, ἔλαθε ταῖς προφυλακαῖς ἐγγίσας, καὶ ῥᾳδίως αὐτοὺς τρεψάμενος διὰ τὸ παράδοξον, ὀλίγους μὲν ἀνεῖλε, τοὺς δʼ ἄλλους συνεδίωξεν ἐντὸς τῶν τειχῶν.