Ancient Greek · ~3 min
72.7 to 72.10
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 72.7-10
Not analysed yet
κατὰ δὲ τοῦτον τὸν χρόνον καὶ Μένδη πόλις πρὸς τοὺς Λακεδαιμονίους ἀπέστη καὶ τὴν φιλοτιμίαν τὴν ὑπὲρ τῆς Σκιώνης ἰσχυροτέραν ἐποίησε. διὸ καὶ Βρασίδας μὲν ἐκ τῆς Μένδης καὶ τῆς Σκιώνης ἀποκομίσας τέκνα καὶ γυναῖκας καὶ τἄλλα τὰ χρησιμώτατα φρουραῖς ἀξιολόγοις ἠσφαλίσατο τὰς πόλεις, Ἀθηναῖοι δὲ παροξυνθέντες ἐπὶ τοῖς γεγονόσιν ἐψηφίσαντο πάντας τοὺς Σκιωναίους, ὅταν ἁλῶσιν, ἡβηδὸν ἀποσφάξαι, καὶ δύναμιν ἐξέπεμψαν ἐπʼ αὐτοὺς ναυτικὴν τριήρων πεντήκοντα· τούτων δὲ τὴν στρατηγίαν εἶχε Νικίας καὶ Νικόστρατος. οὗτοι δὲ πλεύσαντες ἐπὶ πρώτην τὴν Μένδην ἐκράτησαν τῆς πόλεως προδόντων τινῶν αὐτήν· τὴν δὲ Σκιώνην περιετείχισαν, καὶ προσκαθήμενοι τῇ πολιορκίᾳ συνεχεῖς προσβολὰς ἐποιοῦντο. οἱ δʼ ἐν τῇ Σκιώνῃ φρουροί, πολλοὶ μὲν τὸν ἀριθμὸν ὄντες, εὐπορίαν δʼ ἔχοντες βελῶν καὶ σίτου καὶ τῆς ἄλλης παρασκευῆς, ῥᾳδίως ἠμύνοντο τοὺς Ἀθηναίους, καὶ στάσιν ὑπερδέξιον ἔχοντες πολλοὺς κατετίτρωσκον. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.