Ancient Greek · ~3 min
73.1 to 73.2
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 73.1-2
Not analysed yet
μετὰ δὲ ταῦτα Ἀθήνησι μὲν ἦρχεν Ἀλκαῖος, ἐν Ῥώμῃ δὲ ὑπῆρχον ὕπατοι Ὀπίτερος Λουκρήτιος καὶ Λεύκιος Σέργιος Φιδηνιάτης. ἐπὶ δὲ τούτων Ἀθηναῖοι τοῖς Δηλίοις ἐγκαλοῦντες ὅτι λάθρᾳ πρὸς Λακεδαιμονίους συντίθενται συμμαχίαν, ἐξέβαλον αὐτοὺς ἐκ τῆς νήσου καὶ τὴν πόλιν αὐτοὶ κατέσχον. τοῖς δʼ ἐκπεσοῦσι Δηλίοις Φαρνιάκης ὁ σατράπης ἔδωκεν οἰκεῖν πόλιν Ἀδραμύτιον. οἱ δʼ Ἀθηναῖοι προχειρισάμενοι στρατηγὸν Κλέωνα τὸν δημαγωγόν, καὶ δόντες ἀξιόλογον δύναμιν πεζήν, ἐξέπεμψαν εἰς τοὺς ἐπὶ Θρᾴκης τόπους. οὗτος δὲ πλεύσας εἰς Σκιώνην, κἀκεῖθεν προσλαβόμενος στρατιώτας ἐκ τῶν πολιορκούντων τὴν πόλιν, ἀπέπλευσε καὶ κατῆρεν εἰς Τορώνην· ἐγίνωσκε γὰρ τὸν μὲν Βρασίδαν ἐκ τούτων τῶν τόπων ἀπεληλυθότα, πρὸς δὲ τῇ Τορώνῃ τοὺς ἀπολελειμμένους στρατιώτας οὐκ ὄντας ἀξιομάχους.