Ancient Greek
77.3 to 77.5
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 77.3-5
Not analysed yet
ἐμβιβάσας οὖν τοὺς στρατιώτας ἔπλει σχολαίως ταῖς εἰρεσίαις χρώμενος, ὅπως αἱ τῶν Πελοποννησίων ἐγγίσωσιν. οἱ δὲ Λακεδαιμόνιοι προσιόντες ἀεὶ μᾶλλον ἤλαυνον τὰς ναῦς, ἐλπίζοντες αἱρήσειν τὰς ἐσχάτας τῶν πολεμίων. τοῦ δὲ Κόνωνος ὑποχωροῦντος οἱ τὰς ἀρίστας ἔχοντες ναῦς τῶν Πελοποννησίων κατὰ σπουδὴν ἐδίωκον, καὶ τοὺς μὲν ἐρέτας διὰ τὴν συνέχειαν τῆς εἰρεσίας ἐξέλυσαν, αὐτοὶ δὲ πολὺ τῶν ἄλλων ἀπεσπάσθησαν. ἃ δὴ συνιδὼν ὁ Κόνων, ὡς ἤδη τῆς Μιτυλήνης ἤγγιζον, ἦρεν ἀπὸ τῆς ἰδίας νεὼς φοινικίδα· τοῦτο γὰρ σύσσημον ἦν τοῖς τριηράρχοις. διόπερ αἱ μὲν ναῦς, τῶν πολεμίων ἐξαπτομένων, ἐξαίφνης πρὸς ἕνα καιρὸν ἐπέστρεψαν, καὶ τὸ μὲν πλῆθος ἐπαιάνισεν, οἱ δὲ σαλπικταὶ τὸ πολεμικὸν ἐσήμηναν· οἱ δὲ Πελοποννήσιοι καταπλαγέντες ἐπὶ τῷ γεγονότι ταχέως ἐπεχείρουν ἀντιπαρατάττειν τὰς ναῦς, τοῦ καιροῦ δʼ ἀναστροφὴν οὐ διδόντος οὗτοι μὲν ἐν πολλῷ θορύβῳ καθειστήκεισαν διὰ τὸ τὰς ἀφυστερούσας ναῦς τὴν εἰθισμένην λελοιπέναι τάξιν,