Ancient Greek
78.1 to 78.3
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 78.1-2-3
Not analysed yet
ὁ δὲ Κόνων δεξιῶς τῷ καιρῷ χρησάμενος εὐθὺς ἐνέκειτο, καὶ τὴν παράταξιν αὐτῶν διεκώλυεν, ἃς μὲν τιτρώσκων, ὧν δὲ τοὺς ταρσοὺς παρασύρων. τῶν μὲν οὖν κατὰ τὸν Κόνωνα ταχθεισῶν οὐδεμία πρὸς φυγὴν ἐπέστρεψεν, ἀλλὰ πρύμναν ἀνακρουόμεναι διεκαρτέρουν, προσδεχόμεναι τὰς ἀφυστερούσας· οἱ δὲ τὴν εὐώνυμον ἔχοντες τάξιν Ἀθηναῖοι τρεψάμενοι τοὺς καθʼ αὑτοὺς ἐπέκειντο φιλοτιμότερον ἐπὶ πολὺν χρόνον διώκοντες. ἤδη δὲ πασῶν τῶν νεῶν τοῖς Πελοποννησίοις ἠθροισμένων, ὁ μὲν Κόνων εὐλαβηθεὶς τὸ πλῆθος τῶν πολεμίων τοῦ μὲν διώκειν ἀπέστη, μετὰ τεσσαράκοντα δὲ νεῶν ἀπέπλευσεν εἰς Μιτυλήνην. τοὺς δὲ διώξαντας Ἀθηναίους αἱ τῶν Πελοποννησίων ναῦς ἅπασαι περιχυθεῖσαι κατεπλήξαντο, καὶ τῆς ἐπὶ τὴν πόλιν ἐπανόδου διακλείσασαι φυγεῖν πρὸς τὴν γῆν ἐβιάσαντο. ἐπικειμένων δὲ τῶν Πελοποννησίων πάσαις ταῖς ναυσίν, Ἀθηναῖοι θεωροῦντες μηδεμίαν σωτηρίαν ἄλλην ὑποκειμένην, κατέφυγον πρὸς τὴν γῆν, καὶ καταλιπόντες τὰ σκάφη διεσώθησαν εἰς Μιτυλήνην.