Ancient Greek
86.4 to 86.5
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 86.4-5
Not analysed yet
οἱ δὲ Συρακόσιοι θεωροῦντες τὴν Ἀκράγαντος πολιορκίαν, καὶ φοβούμενοι μὴ τῆς αὐτῆς τοῖς Σελινουντίοις καὶ τοῖς Ἱμεραίοις τύχωσιν οἱ πολιορκούμενοι τύχης, πάλαι μὲν ἔσπευδον ἐκπέμψαι τὴν βοήθειαν, τότε δὲ παραγενομένων τῶν ἐξ Ἰταλίας καὶ Μεσσήνης συμμάχων στρατηγὸν Λαφναῖον εἵλαντο. τὴν δὲ δύναμιν ἀθροίσαντες παρέλαβον κατὰ τὴν ὁδὸν Καμαριναίους καὶ Γελῴους· ἔτι δὲ τῶν ἐκ τῆς μεσογείου μεταπεμψάμενοί τινας ἐπʼ Ἀκράγαντος τὴν πορείαν ἐποιοῦντο, συμπαραπλεουσῶν αὐτοῖς καὶ τῶν νεῶν τριάκοντα. εἶχον δὲ τοὺς πάντας πεζοὺς μὲν πλείους τῶν τρισμυρίων, ἱππεῖς δʼ οὐκ ἐλάττους τῶν πεντακισχιλίων.