Ancient Greek · ~1 min
Book XIII, Chapter 87
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 87.1-2
Not analysed yet
Ἰμίλκων δὲ πυθόμενος τὴν τῶν πολεμίων ἔφοδον, ἀπέστειλεν αὐτοῖς ἀπαντᾶν τούς τε Ἴβηρας καὶ Καμπανοὺς καὶ τῶν ἄλλων οὐκ ἐλάττους τετρακισμυρίων. ἤδη δὲ τῶν Συρακοσίων τὸν Ἱμέραν ποταμὸν διαβεβηκότων ἀπήντησαν οἱ βάρβαροι, καὶ παρατάξεως γενομένης ἐπὶ πολὺν χρόνον ἐνίκησαν οἱ Συρακόσιοι καὶ πλείους τῶν ἑξακισχιλίων ἀνεῖλον.