Ancient Greek · ~2 min
Book XIII, Chapter 87
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 87.2
Not analysed yet
τελέως δὲ ὅλον τὸ στρατόπεδον διέφθειραν ἂν καὶ μέχρι τῆς πόλεως κατεδίωξαν, ἀλλὰ τῶν στρατιωτῶν ἀτάκτως διωκόντων ὁ στρατηγὸς εὐλαβήθη, μήποτε μετὰ τοῦ λοιποῦ στρατεύματος Ἰμίλκας ἐπιφανεὶς ἀναλάβῃ τὴν ἧτταν. καὶ γὰρ τοὺς Ἱμεραίους ἐγίνωσκε παρὰ τὴν αὐτὴν αἰτίαν τοῖς ὅλοις ἐπταικότας. οὐ μὴν ἀλλὰ τῶν βαρβάρων φευγόντων εἰς τὴν πρὸς Ἀκράγαντι παρεμβολήν, οἱ κατὰ τὴν πόλιν στρατιῶται θεωροῦντες τὴν τῶν Καρχηδονίων ἧτταν ἐδέοντο τῶν στρατηγῶν ἐξάγειν αὐτούς, καιρὸν εἶναι φάσκοντες τοῦ φθεῖραι τὴν τῶν πολεμίων δύναμιν.