Ancient Greek
88.4 to 88.5
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 88.4-5
Not analysed yet
τῶν δὲ Σικελῶν ἐπικειμένων ἐξ ὑπερδεξίων τόπων, ἀνῃρέθησαν μὲν τῶν μετὰ Διονυσίου πλείους τῶν ἑξακοσίων, ἀπέβαλον δὲ τὰς πανοπλίας οἱ πλεῖστοι· καὶ αὐτὸς δὲ ὁ Διονύσιος μόνον τὸν θώρακα διέσωσεν. μετὰ δὲ τὴν ἀτυχίαν ταύτην Ἀκραγαντῖνοι καὶ Μεσσήνιοι τοὺς τὰ Διονυσίου φρονοῦντας μεταστησάμενοι, τῆς ἐλευθερίας ἀντείχοντο καὶ τῆς τοῦ τυράννου συμμαχίας ἀπέστησαν.