Ancient Greek · ~1 min
Book XIV, Chapter 89
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 89-2
Not analysed yet
Παυσανίας δὲ ὁ τῶν Λακεδαιμονίων βασιλεὺς ἐγκαλούμενος ὑπὸ τῶν πολιτῶν ἔφυγεν, ἄρξας ἔτη δεκατέτταρα· τὴν δὲ βασιλείαν διαδεξάμενος ὁ υἱὸς Ἀγησίπολις ἦρξε τὸν ἴσον τῷ πατρὶ χρόνον. ἐτελεύτησε δὲ καὶ Παυσανίας ὁ τῶν Μακεδόνων βασιλεύς, ἀναιρεθεὶς ὑπὸ Ἀμύντου δόλῳ, ἄρξας ἐνιαυτόν· τὴν δὲ βασιλείαν κατέσχεν Ἀμύντας, καὶ ἦρξεν ἔτη εἴκοσι τέσσαρα.