Ancient Greek
Fragment 1
Diodorus Siculus, Fragmenta sedis incertae 1
Not analysed yet
[Περὶ δὲ τῶν συμπτωμάτων μεγάλης οὔσης ζητήσεως, οἱ μὲν φυσικοὶ πειρῶνται τὰς αἰτίας τῶν τοιούτων παθῶν οὐκ εἰς τὸ θεῖον ἀναφέρειν, ἀλλ' εἰς φυσικάς τινας καὶ κατηναγκασμένας περιστάσεις, οἱ δ' εὐσεβῶς διακείμενοι πρὸς τὸ θεῖον πιθανάς τινας αἰτίας ἀποδιδοῦσι τοῦ συμβάντος, ὡς διὰ θεῶν μῆνιν γεγενημένης τῆς συμφορᾶς τοῖς εἰς τὸ θεῖον ἀσεβήσασι· περὶ ὧν καὶ ἡμεῖς ἀκριβῶς ἀναγράψαι πειρασόμεθα τῇ κατὰ μέρος ἱστορίᾳ.] (Diodorus, 15. 48. 4.)