Ancient Greek
Fragment 15
Diodorus Siculus, Fragmenta sedis incertae 15
Not analysed yet
Κινήσεώς τε αὖθις ἐμφυλίου γενομένης, Σύλλαν ἐπὶ τὴν ἀνυπεύθυνον ἀρχὴν ἡ Ῥωμαίων βουλὴ προεβάλετο. τῶν γὰρ ἱππέων ἅμα πάντων συμφραξαμένων καὶ μᾶλλον ἄρχειν ἤ περ ἄρχεσθαι βουλομένων, πολλάκις τε σὺν τῇ συγκλήτῳ βουλῇ ἐς ἐναντίωσιν ἐλθεῖν πειρωμένων, οὐκ ἀνεκτὸν ἦν τοῖς ἐν τέλει. ὁ μὲν οὖν Σύλλας ἐπὶ τὴν εἰρημένην αὖθις διελθὼν ἀρχήν, σύνθημα τοῖς κατὰ τὴν Ἰταλίαν ἀνδράσι λαθὼν ἅπαντας τοὺς τῆς Ῥώμης ἔδωκεν, ἐγχειρίδιά τε αὐτοὺς ξίφη κομιζομένους εἰσελθεῖν εἰς τὴν πόλιν προσέταξεν, ὁπηνίκα τῆς Ῥέας ἡμέραν ὁ Ῥωμαίων δῆμος πανηγυρίζειν ἄρξεται (αὕτη δὲ κατὰ τὴν πρώτην Ἰαννουαρίου μηνὸς εἴωθεν ἄγεσθαι) ὡς ἂν δι' αὐτῶν τοὺς τῆς πόλεως ἱππεῖς διαχρήσηται. ὁ μὲν οὖν περὶ τὴν Ἰταλίαν ὄχλος ἐναντία τοῖς στρατιώταις φρονῶν κατὰ τὴν ὡρισμένην ὑπήντησεν, ἀρξάμενός τε τῆς ἐμφυλίου κινήσεως, ἅμα τε καὶ τὸν δῆμον προσλαβόμενος, πολλοὺς τῶν ἱππέων διέφθειρεν. τούτων δὲ κατὰ τὴν πόλιν πραττομένων μηνύσεις ἐκ τῶν πανταχόθεν ὑπηκόων εἰς τὴν Ῥώμην ἀφίκοντο, βαρβάρων τε ἐπιδρομὰς ἀποφαίνουσαι καὶ τοὺς ὑπάτους καὶ στρατηγοὺς Ῥωμαίων τὴν ταχίστην καταλαβεῖν τὰς χώρας ὑπομιμνήσκουσαι. καὶ ταῦτα μὲν ἐκ τῶν Πλουτάρχου εἰρήκαμεν. ὡς δέ φησι Διόδωρος, οὐδὲν τούτων ἀπηγγέλθη, ἀλλ' ὁ Σύλλας, βουληθεὶς τὸν ὄχλον τῆς ἐμφυλίου ταραχῆς ἀποστῆσαι, ταῦτα διεσοφίσατο. καὶ εὐθέως ἀναλαβὼν ἅπαντα τὰ στρατεύματα ἐπιστήσας τε αὐτοῖς στρατηγοὺς τοῦ παντὸς πλήθους τὴν πόλιν ἀπήλλαξεν. (Ioannes Antiochenus, fr. 68, §2: Νέος Ἑλληνομνήμων, 1 (1904), pp. 28—30, Const. Exc. 2(1), p. 173.)