Ancient Greek · ~4 min
Fragment 105
Diogenes Babylonius, Testimonia et fragmenta 105
Not analysed yet
Philodemus de rhetorica Vol. I p. 351 Sudh. -λαις τὴ(ν) |ἀ . . ντ . ι ιιν (π)αρεισ(ῆγ)εν· τοῖς δ’ ὅπλοις οὐ(κ ἔο)ικεν. τὰ μὲ(ν) γὰρ οὐθὲν εὐφυὲς προσφέρεται πρὸς ἀπάτην μεμηχανημένον, ἡ δ(ὲ) τῶν ῥη(τόρ)ων εἰσαγωγὴ πάντα (τ)ὰ θεωρήματα πρ(ὸ)ς τοῦτ’ ἔχει τείνο(ντα) καὶ κατὰ τὸν Ἡράκλειτον κοπίδων ἐστὶν ἀρχη(γός. p. 354 col. LXII. τὰ (μὲν γὰρ οὐθὲν ε)ὐφυὲς ἔχε(ι πρὸς ἀπάτ)ην μεμηχα(νη)μέν(ον), ἡ δὲ τῶν ῥητόρων (ε)ἰσ(α)γωγὴ πάντα τὰ θεωρήματα πρὸς τοῦτ’ ἔχει τείνοντα καὶ κατὰ τὸν Ἡράκλειτον κοπίδων ἀρχηγός· πῶ(ς) γοῦν ἔστ(ι)ν, χωρὶς τοῦ πάντ’ ἐπιδεῖξαι τὰ θεωρήματα, πρὸς ὃ λέγει τείνοντα (μᾶλλον ἢ) μηθὲν ἁπλῶς εἰπεῖν; ἢ τίς ἂ(ν τ)ὸ π(ρ)ότερον τοῦτ’ ἀν(έχοιτ’), ἀπὸ τοῦ ῥη(θ)ησομένου κα(ὶ λ)εγο(μέ)νου πρὸ(ς αὐ)τῶ(ν etc. p. 355 col. LXIII. τάχα δ’ ἴ(σω)ς ἀ(φορμήν) τιν’ (οὕ)τω(ς) δίδωσιν ἐν(ί)ο̣ις πρὸς ἀπάτην τῶν ἀκο(υό)ντων. ἀλλὰ νὴ Δία τοῦ(τ)ο τοῖς ὅπλοις, ἐρεῖ τις, οὐ συμβέβηκεν, (τ)ὸ δ(ιδ)όναι πρὸς ἀπάτην ἀφορμάς. οὐκοῦν τοῦτ’ ἐχρῆν, ἐ(γὼ φ)ήσω, λέγειν συμβεβηκέναι τοῖς τῆς ῥητορικῆς θεωρήμασιν, μᾶλλον δὲ τισίν, ἀλλ’ οὐ τὸ πάντα καὶ τὴν εἰσαγωγὴν εἰς τοῦτο τείνειν.