Ancient Greek · ~2 min
Fragment 22
Diogenes Babylonius, Testimonia et fragmenta 22
Not analysed yet
Diocles Magnes apud Diog. Laërt. VII 58. ἔστι δὲ προσηγορία μέν, κατὰ τὸν Διογένην, μέρος λόγου σημαῖνον κοινὴν ποιότητα, οἷον ἄνθρωπος ἵππος. ὄνομα δέ ἐστι μέρος λόγου δηλοῦν ἰδίαν ποιότητα, οἷον Διογένης, Σωκράτης. ῥῆμα δέ ἐστι μέρος λόγου σημαῖνον ἀσύνθετον κατηγόρημα, ὡς ὁ Διογένης, ἤ, ὥς τινες, στοιχεῖον λόγου ἄπτωτον σημαῖνόν τι συντακτὸν περί τινος ἢ τινῶν, οἷον γράφω λέγω. σύνδεσμος δέ ἐστι μέρος λόγου ἄπτωτον, συνδοῦν τὰ μέρη τοῦ λόγου. ἄρθρον δέ ἐστι στοιχεῖον λόγου πτωτικόν, διορίζον τὰ γένη τῶν ὀνομάτων καὶ τοὺς ἀριθμούς· οἷον ὁ, ἡ, τό, οἱ, αἱ, τά.