Ancient Greek · ~2 min
Fragment 24
Diogenes Babylonius, Testimonia et fragmenta 24
Not analysed yet
Diocles Magnes apud Diog. Laërt. VII 59. ἀρεταὶ δὲ λόγου εἰσὶ πέντε. ἑλληνισμός, σαφήνεια, συντομία, πρέπον, κατασκευή. ἑλληνισμὸς μὲν οὖν ἐστι φράσις ἀδιάπτωτος ἐν τῇ τεχνικῇ καὶ μὴ εἰκαίᾳ συνηθείᾳ. σαφήνεια δέ ἐστι λέξις γνωρίμως παριστᾶσα τὸ νοούμενον. συντομία δέ ἐστι λέξις αὐτὰ τὰ ἀναγκαῖα περιέχουσα πρὸς δήλωσιν τοῦ πράγματος. πρέπον δέ ἐστι λέξις οἰκεία τῷ πράγματι. κατασκευὴ δέ ἐστι λέξις ἐκπεφευγυῖα τὸν ἰδιωτισμόν. ὁ δὲ βαρβαρισμός, ἐκ τῶν κακιῶν, λέξις ἐστὶ παρὰ τὸ ἔθος τῶν εὐδοκιμούντων Ἑλλήνων. σολοικισμὸς δέ ἐστι λόγος ἀκαταλλήλως συντεταγμένος.