Ancient Greek · ~1 min
Fragment 26
Diogenes Babylonius, Testimonia et fragmenta 26
Not analysed yet
Diocles Magnes apud Diog. Laërt. VII 71. τῶν δ’ οὐχ ἁπλῶν ἀξιωμάτων συνημμένον μέν ἐστιν, ὡς ὁ Χρύσιππος ἐν ταῖς διαλεκτικαῖς φησι καὶ Διογένης ἐν τῇ διαλεκτικῇ τέχνῃ, τὸ συνεστὸς διὰ τοῦ εἰ συναπτικοῦ συνδέσμου· ἐπαγγέλλεται δὲ ὁ σύνδεσμος οὗτος ἀκολουθεῖν τὸ δεύτερον τῷ πρώτῳ, οἷον εἰ ἡμέρα ἐστί, φῶς ἐστι.