Ancient Greek · ~5 min
Fragment 30
Diogenes Babylonius, Testimonia et fragmenta 30
Not analysed yet
Galen de H. et Plat. dogm. II 8 (110) p. 246 Mü. οὔκουν οὔτε τούτων τῶν λόγων ἰσχυρὸς οὐδείς, οὔθ’ ὅταν ὁ Διογένης εἴπῃ· ὃ πρῶτον τροφῆς καὶ πνεύματος ἀρύεται, ἐν τούτῳ ὑπάρχει τὸ ἡγεμονικόν, ὃ δὲ πρῶτον τροφῆς καὶ πνεύματος ἀρύεται, ἡ καρδία. --ibid. Κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ ἑαυτοῦ τοῖς λόγοις ἐχρήσατο. Τό, φησί, κινοῦν τὸν ἄνθρωπον τὰς κατὰ προαίρεσιν κινήσεις ψυχικὴ τίς ἐστιν ἀναθυμίασις, πᾶσα δὲ ἀναθυμίασις ἐκ τῆς τροφῆς ἀνάγεται, ὥστε τὸ κινοῦν πρῶτον τὰς κατὰ προαίρεσιν κινήσεις καὶ τὸ τρέφον ἡμᾶς ἀνάγκη ἓν καὶ ταὐτὸν εἶναι. ὅταν ταῦτα ὁ Διογένης γράφῃ, περὶ μὲν τοῦ τὴν οὐσίαν εἶναι τῆς ψυχῆς ἀναθυμίασιν, εἴτ’ οὖν ἐκ τροφῆς εἴτ’ ἐκ πνεύματος, οὐδὲν ἔν γε τῷ παρόντι φήσομεν ἀμφισβητεῖν, ἵνα μὴ τὰ πάντα λυπῶμεν τὸν ἄνδρα etc. paulo post: Καὶ αὐτὸς ἐπιλανθανόμενος τῶν οἰκείων δογμάτων αἷμά φησιν εἶναι τὴν ψυχήν, ὡς Ἐμπεδοκλῆς καὶ Κριτίας ὑπέλαβον. εἰ δέ γε ἕποιτο Κλεάνθει καὶ Χρυσίππῳ καὶ Ζήνωνι, τρέφεσθαι μὲν ἐξ αἵματος φήσασι τὴν ψυχήν, οὐσίαν δ’ αὐτῆς ὑπάρχειν τὸ πνεῦμα, πῶς ἔτι ταὐτὸν ἔσται τὸ τρέφον καὶ τὸ κινοῦν, εἴπερ τρέφει μὲν τὸ αἷμα, κινεῖ δὲ τὸ πνεῦμα;