Ancient Greek · ~5 min
Fragment 33
Diogenes Babylonius, Testimonia et fragmenta 33
Not analysed yet
Philodemus de pietate 15 (DG p. 548ᵇ 14). Δ(ι)ογένης δ’ ὁ Βαβυλώνιος ἐν τῷ περὶ τῆς Ἀθηνᾶς τ(ὸ)ν κ(όσ)μον γράφει τῷ Δ(ιὶ τ)ὸν αὐτὸν ὑπάρ(χει)ν ἢ περιέχε(ιν τὸ)ν Δία κ(αθ)άπε(ρ) ἄνθρωπ(ον ψ)υχή(ν)· καὶ τὸ(ν ἥλι)ον μ(ὲν) Ἀπόλλ(ω, τ)ὴν δ(ὲ σε)λήνη(ν Ἄρ)τ(ε)μι(ν· καὶ) π(αι)δ(αριῶ)δες εἶν(αι) θε(ο)ὺς ἀ(ν)θρωποε(ι)δεῖς λ(έγει)ν καὶ ἀδύνατον. (εἶ)ν(αί) τε τοῦ Διὸς τὸ μὲν εἰς τὴν θάλατταν διατετα(κ)ὸς Ποσειδῶνα, τὸ δ’ εἰς (τ)ὸν ἀέρα Ἥραν, καθάπερ κ(αὶ τὸν Πλά)τωνα λέγειν, ὥσ(τ’ ἐ)ὰν πολλάκις ἀήρ (λ)έγῃ τις ἐρεῖν Ἥ(ρα, τὸ) δ’ εἰς τὸ(ν) α⟨ἰθ⟩έρα Ἀθηνᾶν· τοῦτο γὰρ λέ(γε)σθαι τὸ ἐκ τῆς (κεφα)λῆς καὶ Ζεὺς ἄρρην Ζεὺς θῆλυς. τινὰς δὲ τῶν Στωϊκῶν φάσκειν, ὅτι τὸ ἡγεμονικὸν ἐν τῇ κ(ε)φαλῇ· φρόνησιν γὰ(ρ) εἶναι, διὸ καὶ Μῆτιν καλεῖσθαι· Χρύσιππον δ’ ἐν τῷ στή(θ)ει τὸ ἡγεμονικὸν (ε)ἶναι κἀκεῖ τὴ(ν Ἀθ)ηνᾶν γεγονένα(ι) φρόνησιν οὖσαν, τῷ (δ)ὲ τ(ὴ)ν φωνὴν ἐκ τῆς (κ)εφαλῆς ἐκκρίνεσθαι (λέ)γειν ἐκ τῆς (κ)εφα(λ)ῆς, ὑπὸ δὲ Ἡ(φ)αίσ(του δι)ότι τ(έ)χνη(ι γί)νεθ’ ἡ φρόνησις, καὶ Ἀθηνᾶν μὲν ο(ἷ)ον Ἀθ(ρη)νᾶν εἰρῆσθαι, (Τριτω)νίδα δὲ καὶ Τρ(ιτογέν)ειαν διὰ τὸ τὴν φρόνησιν ἐκ τριῶν συνεστηκέναι λόγων, τῶ(ν) φ(υσικῶ)ν καὶ τῶ(ν ἠ)θικῶ(ν κ)αὶ τῶν λογικῶν. καὶ τὰς ἄλλας δ’ αὐτ(ῆς προσ)ηγορ(ί)ας καὶ τὰ φορήματα μάλα καταχρύσως τῇ φρονήσει συνοικειοῖ.