Ancient Greek · ~3 min
Fragment 52
Diogenes Babylonius, Testimonia et fragmenta 52
Not analysed yet
Athenaeus IV 168e. Διογένης δ’ ὁ Βαβυλώνιος ἐν τοῖς περὶ Εὐγενείας τὸν Φωκίωνος υἱόν, φησί, Φῶκον οὐκ ἦν ὃς οὐκ ἐμίσει Ἀθηναίων. καὶ ὁπότε ἀπαντήσειέ τις αὐτῷ ἔλεγεν ὦ καταισχύνας τὸ γένος. πάντα γὰρ ἀνάλωσε τὰ πατρῷα εἰς ἀσωτίαν καὶ μετὰ ταῦτα ἐκολάκευε τὸν ἐπὶ τῆς Μουνιχίας· ἐφ’ ᾧ πάλιν ὑπὸ πάντων ἐπεῤῥαπίζετο. ἐπιδόσεων δέ ποτε γινομένων παρελθὼν καὶ αὐτὸς εἰς τὴν ἐκκλησίαν ἔφη ἐπιδίδωμι κἀγώ, καὶ οἱ Ἀθηναῖοι ὁμοθυμαδὸν ἀνεβόησαν εἰς ἀκολασίαν. ἦν δ’ ὁ Φῶκος καὶ φιλοπότης. νικήσαντος γοῦν αὐτοῦ ἵπποις Παναθήναια ὡς ὁ πατὴρ εἱστία τοὺς ἑταίρους, συνελθόντων εἰς τὸ δεῖπνον λαμπρὰ μὲν ἦν ἡ παρασκευὴ καὶ τοῖς εἰσιοῦσι προσεφέροντο ποδονιπτῆρες οἴνου δι’ ἀρωμάτων. οὓς ἰδὼν ὁ πατὴρ καλέσας τὸν Φῶκον οὐ παύσεις, ἔφη, τὸν ἑταῖρον διαφθείροντά σου τὴν νίκην;