Ancient Greek · ~9 min
Fragment 61
Diogenes Babylonius, Testimonia et fragmenta 61.1
Not analysed yet
Philodemus de musica p. 11 Kemke. συ(νωμολογ)ηκέναι δ’ αὐτῷ, τὰ μὲ(ν αὐτο)φυοῦς αἰσθήσεως δε(ῖσ)θαι, τὰ δ’ ἐπιστημονικῆς, τὰ (θ)ερμὰ μὲν καὶ τὰ (ψ)υχρὰ τ(ῆς αὐ)τοφυοῦς, τὸ δ’ ἡρμοσμέν(ον) καὶ ἀνάρμοστον τῆς ἐπ(ιστη)μονικῆς· (ἑ)τέραν δὲ τῇ (τοι)αύτῃ συ(νε)ζευγμένη(ν κα)ὶ παρακολουθοῦσαν ὡς (ἐπὶ τ)ὸ πολύ, δι’ ἧς δεχόμεθα (τὴν π)αρεπομένην [ἡδον(ὴν] ἑκ)άστῳ τῶν αἰσθητῶν (ἡδον)ήν τε (καὶ λύ)πην, οὖσαν (οὐ πᾶσι) τὴν αὐτήν. οὗ γὰρ ἂν (ἀνα)μειχθῶσιν δύο αἰσθήσεις, (περὶ) μὲν τὸ ὑπο(κ)εί(μ)ενον συμ(φ)ωνεῖ(ν), οἷον ὅτι . . ηγον ἢ α(ὐστ)ηρόν, περὶ δὲ τὴν (π)αρεπ(ομέν)ην ἡδονήν (τ)ε καὶ λ(ύπην) διαφωνεῖν (ἐν)α(ργῶς). Contra haec disputat Philodemus lib. IV p. 62 sq. Kemke: κᾆτα ποῖ(ον) τὸ ὑ(πὸ ἄλ)λ(η)ς δυνάμεως περὶ τὴν αἴσθησιν καταλαμβάνεσθ(α)ι τὰς ποιότητας ὧν ἀντιλαμβάνονται, καὶ τὰς ἡδ(ονὰ)ς καὶ ὀχλήσεις τὰς (ἀ)π’ αὐτῶν, τῆς μὲν αὐτοφυοῦς, τῆς δ’ ἐπιστημονι(κῆ)ς· ὑπ(ὸ γ)ὰρ αὐτοφυοῦς καὶ (ἀλ)όγου κρείνετα(ι δυνάμεως ἡ ποι)ότης αὐτὴ κ(αθ’ αὑτήν· ὑπὸ δ’ ἐπ)ιστημονι(κῆς τὸ πρὸς ἡμᾶς ἀπ’ ἐκεί)νου μᾶλλον; ο(ὐ μαχόμενον τ)οῖς ἐναργέσιν (καὶ διεψευσμέν)ον προ(χ)ειρότα(τα; κα)τὰ λόγον δ(ὲ) καὶ τὸ (ἐπὶ τούτῳ ὅμοι)ον, ὅ φησιν ἐναρ(γ)ὲς εἶνα(ι, εἴλη)πται· ⟨αἱ⟩ παραπ(λή)σιοι γὰ(ρ) αἰσθ(ήσεις) κατὰ τ(ὴ)ν διάθε(σ)ιν οὐ(χ) ὅτι μὲν (αὐσ)τηρὸν τὸ ὑ(ποκε)ίμενον ὁμολογοῦσ(ιν, εἰ δ’) ὀχληρῶς ἢ ἐπιτερπῶς (ἔχ)ει διαφωνοῦσιν, ἀλλὰ τὴν αὐτὴν ποιοῦνται κρίσιν. καὶ ἐπὶ μέν γε τούτω(ν) παρά τινας προδιαθέσεις ἐνδέχεται παραλλαττούσας συμβαίνειν ἐπαισθήσεις, ἐπὶ δὲ τῶν ἀκοῶν οὐδ’ ἔστιν ὅλως διαφορά τις, ἀλλὰ πᾶσαι τὰς ὁμοίας τῶν ὁμ(οί)ων μελῶν ἀντι(λήψ)εις ποιοῦνται καὶ τὰς ἡδονὰς παραπλησίους ἀπολαμβάνουσιν, ὥστε καὶ τῆς ἐνα(ρ)μονίου καὶ τῆς χρωματικῆς διαφέρονται (ο)ὐ κατὰ τὴν ἄλογον ἐπα(ίσ)θησιν ἀλλὰ κατὰ τὰς δό(ξας), οἱ μέν, ὥσπερ οἱ τούτῳ (π)αραπλήσ(ιοι), τὴν μ(ὲν) φά(σκο)ντες εἶναι σεμνὴν κα(ὶ γεν)ναίαν καὶ (ἁπ)λῆν καὶ (καθ)αράν, τὴν (δ’ ἄ)νανδρον (καὶ φο)ρτικὴν κα(ὶ) ἀνελεύθερον. οἱ δὲ -οἱ δὲ -· τὰ δ’ ἀνά(λ)ο(γ)α καὶ ἐπὶ τῶν ῥυθμῶν (κ)α(ὶ) μελοποϊῶν· καὶ (π)ρό(δηλόν) ἐστιν ὡς ἡ μουσική, κἂν (ἡ) πολυε(ι)δεστάτη κα(θ’ ἅπαν διαφορὰ ἁλ)ῶι προσοῦσα (αὐ)τῆι, τῶν (ἠ)θῶν ἐ(μ)φ(ά)σεις οὐδέποτε (πο)ιήσε(ι οὐδ’ ἄλλων |ἄλλως κατὰ τὴν διάθεσιν τὰς |ἀκοὰς κινήσει) ἅτε ἀπαρα(λ)λάκτου(ς κ)αθεστώσας. καὶ διὰ τοῦ(το) ζητῶν μουσικὸς τὴν τοιαύτην σύνεσιν, ᾗ δυνήσεται διαγινώσκειν, αἱ ποῖαι τῶν αἰσθήσεων πῶς διατεθήσονται, τῶν ἀνυπάρκτων ἐπιστήμην ζητεῖ καὶ τ(ὰ) πρὸς τοῦτο κενῶς παραδίδωσιν.