Ancient Greek · ~3 min
Fragment 62
Diogenes Babylonius, Testimonia et fragmenta 62
Not analysed yet
Philodemus de musica p. 12 Kemke. (δύνασθαι γὰρ τὴν μουσικὴν ἀκείνητον ψυχὴν καὶ ἡσυχάζουσαν ἐγείρειν καὶ ἄγ)ειν εἰς τοιαύτην διάθ(εσιν οἵ)αν αὐτῇ κινηθῆναι (κατὰ φύ)σιν ἐστὶν ὑπὸ τῆς προ(σηκού)σης μελωδίας· ἐπεὶ ο(ὐ πάν)τες ὁμοίως κινηθήσ(ονται) πρὸς τῆς αὐτῆς· ἢ τοὐ(ναντί)ον ἐξ ἀττούσης τε καὶ (φερο)μένης πρὸς (ὅ, τ)ι δὴ (πρα)ΰνειν τε καὶ εἰς ἠρεμ(ίαν) κα)θ(ισ)τάνειν ἢ μετακε(ινεῖν) καὶ ἀποστρέφειν πρὸ(ς ἄλ)λην ὁρμὴν ἀπ’ ἄλλη(ς ἢ τὴν) ὑπάρχουσαν ἄγειν δ(ιάθεσιν) εἰς αὔξησιν ἢ ἐλάττ(ωσιν). idem lib. IV p. 65 Kemke. ἐπειδήπερ οὐδὲν μέλος καθὸ μέλος, ἄλογον ὑπάρχον, ψυχὴν οὔτ’ ἐξ ἀκεινήτου καὶ ἡσυχαζούσ(ης) ἐ(γ)είρει καὶ ἄγει πρὸς τὴν κατ(ὰ φ)ύσιν ἐν ἤ(θ)ει διάθεσιν, οὔτ’ ἐξ ἀ(τ)τούσης καὶ φερομένης π(ρὸς ὅτ)ι δήποτε πρα(ΰ)νει καὶ εἰς ἠρεμίαν καθίστησιν, οὐδ’ ἀπ’ ἄλλης ὁρμῆς ἐπ’ ἄλλην ἀποστρέφ(ειν) οἷόν (τ’ ἐστὶ)ν οὐδὲ τὴν ὑπάρχου(σα)ν διάθεσιν εἰς αὔξησιν ἄγειν καὶ ἐλάττωσιν.