Ancient Greek · ~5 min
Fragment 68
Diogenes Babylonius, Testimonia et fragmenta 68
Not analysed yet
Philodemus de musica p. 15 Kemke. τὰ μαντευόμενα τῶν οἰκείων ἄνωθεν (ἔχειν) φύσει τὸ μέλος κ(ινητικό)ν τι καὶ παραστα(τικὸ)ν πρὸς τὰς πράξεις, (καὶ μ)εμυθεῦσθαί γ’ Ὀρ(φέα θέλξ)αι τὰς πέτρας, κ(ινεῖν δὲ ο)ὐκ ἐκεί(ν)ας ἀλλὰ (τοὺς πο)νοῦντας παρίστα(σθαι· δ)ιὸ καὶ Πτολεμαῖον (κελ)εῦσαι τοῖς ἀδυνατοῦ(σιν) καθελκύσα(ι) κέλευ(σμα π)ροσαυλεῖν Ἰσμηνί(αν). Idem lib. IV p. 70. νῦν) δὲ (μ)εταβὰς λέγω διό(τι τῶν σ)υνηγμένων ὑπὸ Διο(γένο)υ(ς τὸ ἄν)ωθεν (ἀ)εὶ (τὸ) μέλος ἔχειν τι κινητι(κὸν καὶ π)α(ρ)αστατικὸν πρ(ὸ)ς (τὰς πρά)ξεις, (ε)ἰ μὲν ὑπὸ τῆ(ς προν)οίας εἰσῆχθαί φη(σι τ)ούτ(ου) χά(ρι)ν, οὐκ ε(ὔ)κα(ιρόν ἐστιν) ἐξετάζειν, εἰ δ’, ὡς τὸ πῦρ φύ(σ)ει καυστικὸν τῷ φύσιν ἔχειν καυστικὴν πρ(ο)σαγο(ρεύ)ομεν, οὕτω κα(ὶ τὸ) μέλος ἀξιοῖ, (ν)α(ὶ) μ(ὰ) Δία μ(έ)γα ψεύδετα(ι. ---πρὸς δ’ οὖν τὴν ὑπό(νο)ιαν τὴν οὕτω κωφὴν (ἔ)οικεν ἐπεσπάσθαι τὸ τοῖς ἐλα(ύ)νουσιν ἐν ταῖς ναυσὶν καὶ τοῖς θερίζουσιν πάλαι καὶ τὸν οἶνον ἐργαζομένοις καὶ πολλοῖς ἄλλοις τῶν ἐπίπο(ν)α συντ(ε)λούν(τ)ων ἔργα τῶν ὀργάνων τινὰ παρα(ζε)υ(γ)νύειν· ὃ καὶ Πτολεμαῖο(ν) οὗ(τ)ος γράφει πεποιηκέναι το(ῖς) καθέλκουσιν. ---(κ)ἄ(ν) τὸν Ὀρφέα (μὴ δ)ιὰ (τ)ὴ(ν ἐξο)χὴν τῆς ἐμ(μ)ελ(είας ὑπ)ακ(ού)ωμεν μεμυθ(ε)ῦσθ(αι) κα(ὶ) τοὺ(ς λ)ίθ(ο)υς καὶ (τὰ δένδ)ρα θ(έλ)γειν, ὡς καὶ ν(ῦν ἡμεῖς) εἰώθαμεν ὑπε(ρ)βο(λικῶς) λέγειν, ἀλλὰ τοῖς τριηρα(ύ)λαις, ὥσπερ ὁ Στωϊκός, ἀνα(λόγ)ως (ἐ)φ(ε)στῶτα ποιῶμεν (οἰ)κοδόμοις, διὰ ταῦτα φήσομεν, (οὐ δι)ὰ τὰ τούτου ληρή(μα)τα.