Ancient Greek · ~2 min
Fragment 70
Diogenes Babylonius, Testimonia et fragmenta 70
Not analysed yet
Philodemus de musica lib. IV p. 73 Kemke. τὸ δὲ τὸν ζω(γρ)άφον ἐπιτυχεῖν τῆς ὁ(μο)ιότητος, ὅτ’ ᾖσεν ὁ κ(ι)θαρῳ(δ)ός, ὑπὸ μὲν τοῦ μέλους τὴν ἐπιτυχίαν . ελ . ι ποι |εῖν, ἀλλὰ τῆ(ς ψυχ)ῆς αὕτη ἐ(σ)τὶ μᾶλλον ἤπ(ε)ρ ἡ (τ)ῶ(ν κ)αθελκόντων· ἰσχὺν γὰρ ἐμφα(ίν)ει προσειληφότας, ὅπερ ἐστὶν σω(μ)ατικόν· ὥστ’ ἐχρῆν ἐνηλλ(α)χέναι καὶ διὰ μ(ὲ)ν τοῦ ζ(ω)γράφου τὸ τὴν ψυχὴν (κ)ιν(εῖ)σθα(ι) προσβιβάζειν, διὰ δὲ τῶ(ν) καθελκόντων τὸ καὶ (τὰ) σώματα. ἄλλως δ’ ἐπεζήτησεν ἄν τις ὑ(π)ερηδέως, τί τῆς ᾠδῆς σ(υ)μβαλλομένης ὅμοι(ο)ν ἔγραψεν, ἀ(δ)υνατῶν πρότερον· οὐ γὰρ δὴ καὶ τεχνικωτέρους (γε π)οιεῖν τὸ (μέ)λος ἐ(ν)όμι(σε)ν, ἢ μακάριο(ς) ἦν (τ)ῆς σ(υν)έσεως.