Ancient Greek · ~3 min
Fragment 74
Diogenes Babylonius, Testimonia et fragmenta 74
Not analysed yet
Philodemus de musica lib. IV p. 77 Kemke. τὸ το(ί)νυν ὑπ(ὸ) τῶν ἀρχαίων κ(α)ὶ πρὸς ἀγωγὴν παραλ(α)μ(β)άνεσθαι π(αί)δων εἰς ὑποτύπ(ω)σιν ἀρετ(ῶν) τέτευχε λόγ(ο)υ (ἤδη) πλὴν ἴσω(ς) τῆ(ς ε)ὐσεβείας, πρὸς ἣν (ἡ)δέω(ς ἄ)ν ἠκούσαμεν (αὐτοῦ) τί(ν)ας (ὑ)πολήψεις συμβαλλομέν(η) κατά γε τὸ μουσικὸν (εἶ)δος ὑποτ(υ)ποῖ. τῷ δ(ὲ κ)αὶ πρὸς τὴν (τ)ῶν ἀνδρῶν, (ὥ)στε καὶ τότε ἐνεργεῖν, πῶς οἱ κ(ω)μι(κοὶ) μαρτ(υρ)οῦσι(ν) ἐ(πι)ζητῶ[ι]. τὸ γὰρ μεμουσῶσθ(αι) μόνον, (ἀ)πα(νδρωθῆ)ν(αι δὲ) μὴ λοιδο(ροῦσιν καὶ τ)ῶν (χ)ειροτον(ι)ῶν ἀπείρ(γου)σιν· ὧν τὸ μὲν (ἐγ)γεν(έσθ)αι, τὸ δὲ μηδαμῶς πα(ίδ)ων ὑπαρχόντων καὶ ν(έ)ω(ν δ)ύναται λέ(γ)εσθαι κ(υρίως) οὕτως· ε(ἰ)ς γὰρ δὴ τ(ὴν) ἀνδρ(άσ)ιν ἐ(σ)ομ(έν)ην ἀ(ρετ)ὴν προετυποῦντ(ο. τί γ)ὰρ δεῖ λέγειν ὑπὲρ τοῦ τὸν φιλόσοφον ὡ(ς) ἀξιοπιστ(οτ)έρ(ω)ν ἑαυτοῦ (τ)ὰς φάσεις τ(ῶ)ν (β)ωμολοχωτάτων ἀ(ποδ)είξεις νομίζειν; (post quinque versus: κα)τακεκρίσ(θαι κ)αὶ πονηροὺς γεγονέν(αι) τοὺς τότε φιλ(ο)σό(φ)ου(ς καὶ τ)οὺς ἄλλους ὅσους ἐκόλασαν.