Ancient Greek · ~4 min
Fragment 86
Diogenes Babylonius, Testimonia et fragmenta 86
Not analysed yet
Philodemus de musica p. 19 ed. Kemke. (διατ)άττει(ν) μέλη τι(νά, ὥ)στε μὴ μόνον κοινῶς (ταῦτα) πρὸς θεῶν τιμὴν (οἰκε)ῖόν (τι) ἔχειν, ἀλλὰ καὶ (κατ)ὰ τὰς διαφορὰς τῶν δ(αιμόνω)ν ἄλλα πρὸς ἄλ(λ)ους. Idem lib. IV p. 88. ὥστ’ ἐφ’ ἃ γράφει πε(ρὶ τ(ῆ)ς εὐσεβε(ί)ας μεταβάν(τε)ς λέγωμεν, ὡς εἰ χάριν τ(οῦ τιμ)ᾶσθαι τὸ θεῖον διὰ (μ)ουσικῆς ὑπὸ τῶν πολλῶ(ν οἰ)κε(ί)αν εἶναι τὴν μουσ(ικὴν) τῆς εὐσεβείας οἰησό(μεθα, κ)α(ὶ) μαγειρι(κ)ὴν οἰησό(μ)εθ(α) ---(ἔτι δ’ ἂν ἕ)ποιτο (τοῖς δόγμασι τοῦ φι)λοσό(φου τὸ μὴ οἰκείαν εἶναι), ἐπεὶ δι’ αὐτῆς οὐδ(ὲ) εἷς τιμᾶ(τ)αι, διότι κατὰ τοὺς Στωϊκοὺς ο(ἵ) πολλοὶ θεοῖς ὄντες ἐχθροὶ κα(ὶ) ἀνόητοι τὰς ἀληθε(ι)νὰς τιμὰ(ς) τ(ῶ)ν (κρ)ατί(στ)ων οὐδ’ ὠνε(ιρ)οπολήκασιν. ---καὶ (τ)ὸν Π(ί)νδαρον οὕτω νομ(ίζ)ειν, ὅτ’ ἔφη θύσων πο(ιεῖσ)θαι διθύραμβον, ἀλλὰ δὴ καὶ τὸ(ν) τὰ μέλη διατάττο(ντ)α τῶν θεῶν ἑκάστῳ κωμικόν. ---εἰ μὴ Δ(ι)ογένης ἄρα συνεπείθετο καὶ τῷ τῶν θεῶν ἑτέρους ἕτερα μέλη προσίεσθαι καὶ πρέπειν ἑκάστοις ἴδια.