Ancient Greek · ~7 min
Fragment 88
Diogenes Babylonius, Testimonia et fragmenta 88
Not analysed yet
Philodemus de musica lib. IV p. 90. τ(ῆ)ι δὲ κριτικῇ λέγων (π)αραπλησίαν τινὰ θεωρίαν ἔχειν τοὺς φιλομουσοῦντας, οὐ μόνον ἀγνοεῖ καθόσον ὡς ἐμ μέλεσι καὶ ῥυθμοῖς πρέποντος καὶ ἀπρεποῦς ὄντο(ς) καὶ καλοῦ καὶ αἰσχροῦ κριτικὴν αὐτῶν ἀπέλειπε θεωρίαν, (ἀ)λλὰ καὶ καθόσον, εἴ τι τοιοῦτον ἦν, οὐχὶ τοῖς φιλοσοφοῦσιν ἀπεδίδου τὴν κρίσιν, καὶ νὴ τὸν Δία καθόσον τὴν κριτικήν, ἧι τι παραπλήσιον ἔχ(ε)ιν τὴν μουσικὴν ἔφασκε(ν, ο)ὐχὶ τούτο(ις) ἀλλὰ (το)ῖς ὀνομαζομένοις κριτικοῖ(ς συνε)χώρει. καὶ τῇ ποιητ(ικῇ) δὲ γράφων ἀνάλογο(ν εἶνα)ι κατά τε τὴν μίμησ(ιν κ)αὶ κατὰ τὴν ἄλλην εὕρ(ε)σιν, κατὰ μὲν τὴν μίμη(σ)ιν οὐκ ἂν ἐπέδειξεν, κ(ατ)ὰ (δὲ) τὴν εὕρεσιν οὐ ταύτ(ῃ μ)ᾶλλον ἢ ταῖς ἄλλαι(ς τέχ)ναις. κατὰ μέν(τ)οι τὸ πλ(άττεσ)θαι καὶ ἀνταποδιδόναι τ(ὸ μ)έλος ἔστω τι παραπλήσι(ον) αὐ(τῆ)ς καὶ τῇ γραμματι(κῇ). τί γὰρ δεῖ φ(ρ)ονε . . . . . . . Ibidem p. 92. ἃ μέντοι Διογένης φ(η)σὶν κα(τα)νοήσαντας ἡμᾶς ἀναγεγραμμένα παρ’ Ἡρακλείδῃ περὶ πρέποντος μέλους καὶ ἀπρεποῦς καὶ ἀ(ῤῥ)ένων κα(ὶ) μαλακῶν ἠθῶν καὶ κρ(ούσ)εων ἁρμοττουσῶν κ(αὶ ἀ)ναρμόστων το(ῖς) ὑπ(ο)κειμένοις προσώπ(οι)ς οὐ μακρὰν ἀπηρτ(ημέ)ν(ην τῆ)ς φιλοσοφ(ίας ἡγή)σ(ε)σ(θα)ι τῷ πρὸς π(λεῖστα) ἐπὶ τοῦ βίου χρησι(μεύειν) τὴν μουσ(ικὴ)ν (καὶ τὴν) περὶ αὐτὴν φιλ(οτεχ)νίαν οἰκείως διατι(θέν)αι πρὸς πλείου̣ς ἀρετάς, μᾶλλον δὲ πρὸς πάσας, ἐκθέντες ἡμεῖς ἐν τῷ τρίτῳ τῶν ὑπομνημάτων -καὶ τὰ παρ’ (ἄ)λλοις δὲ συγγενῶς εἰρημένα -παρεδείξαμεν ὅσης ἐστὶν γέμοντα ληρείας. Philodemus de musica p. 19 Kemke. κατανοήσαντά τι(να τῶ)ν εἰρημένων, ἐν οἷς (περὶ πρ)έ(π)οντος μέλους καὶ (ἀπρεπο)ῦς καὶ περὶ ἠθῶν ἀῤ(ῥ)έ(νων κα)ὶ μαλακῶν καὶ περὶ (κρούσε)ων ἁρμοττουσῶν κα(ὶ ἀναρμ)όστων τοῖς ὑποκειμέ(νοις πρ)οσώποις, ἅπερ ὁμολο(γουμέ)νως οὐ μακρὰν ἀπεῖρ(χθαι τοῦ) φιλοσοφεῖν καὶ παρα -(post duos versus) (εἶ)ναι φανερὸν πρὸς (πάντ)α μέρη τοῦ βίου (χρησιμ)εύειν τὴν μουσικὴν (καὶ δύ)νασθαι τὴν περὶ αὐτὴ(ν φι)λοτεχνίαν οἰκείως ἡ(μᾶς δι)ατιθέναι πρὸς πλείους (ἀρε)τάς, δοκεῖν ⟨δὲ⟩ αὑτῷ καὶ π(ρὸς πά)σας.