Ancient Greek · ~3 min
Fragment 95
Diogenes Babylonius, Testimonia et fragmenta 95
Not analysed yet
Philodemus de rhetorica Vol. I p. 333 Sudh. ἅμα μὲν γὰρ ἐ(π)αγγέ(λ)λονται πολιτικοὺς π(οιή)σειν καὶ χρησίμους (τ)ῆι πόλει καὶ τοῖς φίλοις, (ἅ)μα δ’ ἀπολογοῦνται περὶ τῆς τέχνης, ὡς οὐκ οὔσης φαύλης, ἀλλὰ τῶν (χρ)ωμένων αὐτ(ῆ)ι φαύλως· ὥσπερ δυνατὸν τοὺς γενομένους οἵους δεῖ (καὶ) τῇ πόλει χρησίμους καὶ τοῖς φίλοις, ἐν ταύτηι τῆι δυνάμει ἀγνω(μό)νως (φέρ)εσθ(αι etc. p. 334. (εἰ)κῇ δ(έ τι)ς τῶν π(ονη)ρῶν ἐνίο(τ’ ἐν π)όλε(σιν) τῇ τέχνῃ χρῆ(τ)αι. γενομένους μὲν γὰρ οἵο(υς) δεῖ καὶ τῆι πόλει (χρ)ησίμου(ς) καὶ τοῖς φίλοις, (οὐ)κ ἐνδ(ε)χόμεν(ο)ν ἀγν(ω)μόνως χρῆσθαι τούτ(οις), οὓς ἐπηνόρθωσαν, οὐδ’ ἀγνώμονας κα(ὶ π)ονηροὺς κα(ὶ δω)ροδόκο(υ)ς τιν(ὰς) ὄντ(α)ς καὶ πό(λ)ει κ(αὶ φίλοις ε)ἶναι χρησίμ(ους).