Ancient Greek · ~1 min
I. Logica.
Diogenes Babylonius, Testimonia et fragmenta I. Logica.
Not analysed yet
Diocles Magnes apud Diog. Laërt. VII 55. ἔστι δὲ φωνὴ ἀὴρ πεπληγμένος ἢ τὸ ἴδιον αἰσθητὸν ἀκοῆς, ὥς φησι Διογένης ὁ Βαβυλώνιος ἐν τῇ περὶ τῆς φωνῆς τέχνῃ. ⟨καὶ⟩ ζῴου μέν ἐστι φωνὴ ἀὴρ ὑπὸ ὁρμῆς πεπληγμένος, ἀνθρώπου δέ ἐστιν ἔναρθρος καὶ ἀπὸ διανοίας ἐκπεμπομένη, ὡς ὁ Διογένης φησίν, ἥτις ἀπὸ δεκατεσσάρων ἐτῶν τελειοῦται.