Ancient Greek · ~3 min
1 to 4
DIOGENES CYZICENUS, Fragmenta 1-4
Not analysed yet
Βέσβικος, νησίδιον περὶ Κύζικον, ὡς Διογένης ὁ Κυζικηνὸς ἐν πρώτῃ περὶ τῶν ἑπτὰ τῆς πατρίδος νήσων, λέγων· «Προκόννησος καὶ Φοίβη καὶ Ἀλόνη καὶ Φυσία καὶ Ὀφιόεσσα καὶ Βέσβικος, γόνιμοι καὶ λιπαραί.» Ἀδράστεια, μεταξὺ Πριάπου καὶ τοῦ Παρίου, ἀπὸ Ἀδράστου βασιλέως, ὃς καὶ πρῶτος ἱδρύσατο τὸ Νεμέσεως ἱερόν. Ἐκαλεῖτο δὲ καὶ ἡ χώρα Ἀδράστεια καὶ Ἀδραστείας πεδίον, καὶ ἡ πόλις. Διογένης οὕτως ἐν πρώτῃ [Περὶ] Κυζίκου φησὶν ἀπὸ Ἀδραστείας κεκλῆσθαι, μιᾶς τῶν Ὀρεστειάδων νυμφῶν. Ζέλεια, πόλις Τρωάδος . . . Ἔστι καὶ Ζέλεια φρούριον Κυζίκου, ὡς Διογένης ἐν τρίτῃ Περὶ Κυζίκου. Περσῶν δὲ οἱ μάγοι τὸ πῦρ τετιμήκασι καὶ τῶν τὴν Ἀσίαν κατοικούντων πολλοὶ, πρὸς δὲ καὶ Μακεδόνες, ὥς φησι Διογένης ἐν πρώτῃ Περσικῶν.