Ancient Greek
Β, Κεφ. γ′. ΑΝΑΞΑΓΟΡΑΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 10-2
Not analysed yet
Φασὶ δʼ αὐτὸν προειπεῖν τὴν περὶ Αἰγὸς ποταμοὺς γενομένην τοῦ λίθου πτῶσιν, ὃν εἶπεν ἐκ τοῦ ἡλίου πεσεῖσθαι. ὅθεν καὶ Εὐριπίδην, μαθητὴν ὄντα αὐτοῦ, χρυσέαν βῶλον εἰπεῖν τὸν ἥλιον ἐν τῷ Φαέθοντι. ἀλλὰ καὶ εἰς Ὀλυμπίαν ἐλθόντα ἐν δερματίνῳ καθίσαι, ὡς μέλλοντος ὕσειν· καὶ γενέσθαι. πρός τε τὸν εἰπόντα, εἰ τὰ ἐν Λαμψάκῳ ὄρη ἔσται ποτὲ θάλαττα, φασὶν εἰπεῖν, ἐάν γε ὁ χρόνος μὴ ἐπιλίπῃ. ἐρωτηθείς ποτε εἰς τί γεγέννηται, εἰς θεωρίαν, ἔφη, ἡλίου καὶ σελήνης καὶ οὐρανοῦ. πρὸς τὸν εἰπόντα, ἐστερήθης Ἀθηναίων, οὐ μὲν οὖν, ἔφη, ἀλλʼ ἐκεῖνοι ἐμοῦ. ἰδὼν τὸν Μαυσώλου τάφον ἔφη, τάφος πολυτελὴς λελιθωμένης ἐστὶν οὐσίας εἴδωλον.