Ancient Greek
ΒΙΩΝ ΚΑΙ ΓΝΩΜΩΝ ΤΩΝ ΕΝ ΦΙΛΟΣΟΦΙΑΙ ΕΥΔΟΚΙΜΗΣΑΝΤΩΝ ΤΩΝ ΕΙΣ ΔΕΚΑ ΤΟ ΕΚΤΟΝ, Κεφ. α′. ΑΝΤΙΣΘΕΝΗΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 10-6
Not analysed yet
Ποντικοῖς γὰρ νεανίσκοις κατὰ κλέος τοῦ Σωκράτους ἀφιγμένοις περιτυχὼν ἀπήγαγεν αὐτοὺς πρὸς τὸν Ἄνυτον, εἰπὼν ἐν ἤθει σοφώτερον εἶναι τοῦ Σωκράτους· ἐφʼ ᾧ διαγανακτήσαντας τοὺς περιεστῶτας ἐκδιῶξαι αὐτόν. εἰ δέ ποθι θεάσαιτο γύναιον κεκοσμημένον, ἀπῄει ἐπὶ τὴν οἰκίαν αὐτῆς καὶ ἐκέλευε τὸν ἄνδρα ἐξαγαγεῖν ἵππον καὶ ὅπλα, ὥστʼ εἰ μὲν ἔχοι ταῦτα, ἐᾶν τρυφᾶν· ἀμυνεῖσθαι γὰρ τούτοις· εἰ δὲ μή, περιαιρεῖν τὸν κόσμον. Ἤρεσκεν αὐτῷ καὶ τάδε. διδακτὴν ἀπεδείκνυε τὴν ἀρετήν. τοὺς αὐτοὺς εὐγενεῖς [τ]οὺς καὶ ἐναρέτους·