Ancient Greek
Β, Κεφ. η′. ΑΡΙΣΤΙΠΠΟΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 100-2
Not analysed yet
ἔστι δὲ χρήσιμος πρὸς τὸ πλησιάζειν. ὧν δεδομένων ἐπῆγεν· οὐκοῦν εἴ τις πλησιασμῷ χρώμενος παρʼ ὅσον χρήσιμός ἐστιν, οὐ διαμαρτάνει· οὐδʼ ἄρα εἰ κάλλει χρήσαιτο παρʼ ὅσον χρήσιμόν ἐστι, διαμαρτήσεται. τοιαῦτα ἄττα διερωτῶν ἴσχυε τῷ λόγῳ. Δοκεῖ δὲ θεὸς κληθῆναι, Στίλπωνος αὐτὸν ἐρωτήσαντος οὕτως, ἆρά γε, Θεόδωρε, ὃ φῂς εἶναι, τοῦτο καὶ εἶ; ἐπινεύσαντος δέ, φῂς δʼ εἶναι θεόν; τοῦ δʼ ὁμολογήσαντος, θεὸς εἶ ἄρα, ἔφη. δεξαμένου δʼ ἀσμένως, γελάσας φησίν, ἀλλʼ, ὦ μόχθηρε, τῷ λόγῳ τούτῳ καὶ κολοιὸς ἂν ὁμολογήσειας εἶναι καὶ ἄλλα μυρία.