Ancient Greek
ΒΙΩΝ ΚΑΙ ΓΝΩΜΩΝ ΤΩΝ ΕΝ ΦΙΛΟΣΟΦΙΑΙ ΕΥΔΟΚΙΜΗΣΑΝΤΩΝ ΤΩΝ ΕΙΣ ΔΕΚΑ ΤΟ ΕΚΤΟΝ, Κεφ. η′. ΜΕΝΙΠΠΟΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 100-4
Not analysed yet
τέλος δʼ ἐπιβουλευθέντα πάντων στερηθῆναι καὶ ὑπʼ ἀθυμίας βρόχῳ τὸν βίον μεταλλάξαι. καὶ ἡμεῖς ἐπαίξαμεν εἰς αὐτόν· Φοίνικα τὸ γένος, ἀλλὰ Κρητικὸν κύνα, ἡμεροδανειστήν—τοῦτο γὰρ ἐπεκλῄζετο—οἶσθα Μένιππον ἴσως. Θήβησιν οὗτος ὡς διωρύγη ποτὲ καὶ πάντʼ ἀπέβαλεν οὐδʼ ἐνόει φύσιν κυνός, αὑτὸν ἀνεκρέμασεν. Ἔνιοι δὲ τὰ βιβλίʼ αὐτοῦ οὐκ αὐτοῦ εἶναι, ἀλλὰ Διονυσίου καὶ Ζωπύρου τῶν Κολοφωνίων, οἳ τοῦ παίζειν ἕνεκα συγγράφοντες ἐδίδοσαν αὐτῷ ὡς εὖ δυναμένῳ διαθέσθαι.