Ancient Greek
Γ, ΠΛΑΤΩΝ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 102-3
Not analysed yet
τῶν ὄντων τὰ μέν ἐστι κακά, τὰ δὲ ἀγαθά, τὰ δὲ οὐδέτερα. τούτων κακὰ μὲν ταῦτα λέγομεν, τὰ δυνάμενα βλάπτειν ἀεί, οἷον ἀκρισίαν καὶ ἀφροσύνην καὶ ἀδικίαν καὶ τὰ τοιαῦτα· τὰ δὲ τούτοις ἐναντία ἀγαθά ἐστι. τὰ δὲ ἐνίοτε μὲν ὠφελεῖν, ἐνίοτε δὲ βλάπτειν—οἷον τὸ περιπατεῖν καὶ τὸ καθῆσθαι καὶ ἐσθίειν—〈ἢ〉 ὅλως μήτε ὠφελῆσαι μήτε βλάψαι δυνάμενα, ταῦτα γοῦν οὔτε ἀγαθὰ οὔτε κακά ἐστι. τῶν ἄρα ὄντων τὰ μὲν ἀγαθά, τὰ δὲ κακά, τὰ δʼ οὐδέτερα τούτων.