Ancient Greek
ΙΣΤΟΡΙΩΝ Ζ, Κεφ. α′. ΖΗΝΩΝ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 107-4
Not analysed yet
Ἔτι τῶν προηγμένων τὰ μὲν διʼ αὑτὰ προῆκται, τὰ δὲ διʼ ἕτερα, τὰ δὲ καὶ διʼ αὑτὰ καὶ διʼ ἕτερα. διʼ αὑτὰ μὲν εὐφυΐα, προκοπὴ καὶ τὰ ὅμοια· διʼ ἕτερα δὲ πλοῦτος, εὐγένεια καὶ τὰ ὅμοια· διʼ αὑτὰ δὲ καὶ διʼ ἕτερα ἰσχύς, εὐαισθησία, ἀρτιότης. διʼ αὑτὰ μέν, ὅτι κατὰ φύσιν ἐστί· διʼ ἕτερα δέ, ὅτι περιποιεῖ χρείας οὐκ ὀλίγας. ὁμοίως δʼ ἔχει καὶ τὸ ἀποπροηγμένον κατὰ τὸν ἐναντίον λόγον. Ἔτι δὲ καθῆκόν φασιν εἶναι ὃ πραχθὲν εὔλογόν [τε] ἴσχει ἀπολογισμόν, οἷον τὸ ἀκόλουθον ἐν τῇ ζωῇ, ὅπερ καὶ ἐπὶ τὰ φυτὰ καὶ ζῷα διατείνει· ὁρᾶσθαι γὰρ κἀπὶ τούτων καθήκοντα.