Ancient Greek
Δ, Κεφ. β′. ΞΕΝΟΚΡΑΤΗΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 11-4
Not analysed yet
Εἰπόντος δὲ Διονυσίου πρὸς Πλάτωνα ὡς ἀφαιρήσεται αὐτοῦ τὸν τράχηλον, παρὼν οὗτος καὶ δείξας τὸν ἴδιον, οὐκ ἄν γε, ἔφη, τὶς πρότερον τούτου. φασὶ καὶ Ἀντιπάτρου ποτὲ ἐλθόντος εἰς Ἀθήνας καὶ ἀσπασαμένου αὐτόν, μὴ πρότερον ἀντιπροσαγορεῦσαι πρὶν ἢ τὸν λόγον ὃν ἔλεγε διαπεράνασθαι. ἀτυφότατος δὲ ὢν πολλάκις τῆς ἡμέρας ἑαυτῷ ἐμελέτα, καὶ ὥραν μίαν, φασὶν, ἀπένεμε σιωπῇ. Καὶ πλεῖστα ὅσα καταλέλοιπε συγγράμματα καὶ ἔπη καὶ παραινέσεις, ἅ ἐστι ταῦτα· Περὶ φύσεως α′ β′ γ′ δ′ ε′ ς′. Περὶ σοφίας ς′. Περὶ πλούτου α′. Ἀρκὰς α′. Περὶ τοῦ ἀορίστου α′.