Ancient Greek
Ε, Κεφ. α′. ΑΡΙΣΤΟΤΕΛΗΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 11-5
Not analysed yet
Ἀπέσκωψε δʼ εἰς αὐτὸν ἐπίγραμμα καὶ Θεόκριτος ὁ Χῖος, οὑτωσὶ ποιήσας, ὥς φησιν Ἀμβρύων ἐν τῷ Περὶ Θεοκρίτου· Ἑρμίου εὐνούχου ἠδʼ Εὐβούλου ἅμα δούλου σῆμα κενὸν κενόφρων τεῦξεν Ἀριστοτέλης, 〈ὃς διὰ τὴν ἀκρατῆ γαστρὸς φύσιν εἵλετο ναίειν, ἀντʼ Ἀκαδημείας, Βορβόρου ἐν προχοαῖσ〉. ἀλλὰ καὶ Τίμων αὐτοῦ καθήψατο εἰπών· οὐδʼ ἄρʼ Ἀριστοτέλους εἰκαιοσύνης ἀλεγεινῆς. Καὶ οὗτος μὲν ὁ βίος τοῦ φιλοσόφου. ἡμεῖς δὲ καὶ διαθήκαις αὐτοῦ περιετύχομεν, οὕτω πως ἐχούσαις· “Ἔσται μὲν εὖ· ἐὰν δέ τι συμβαίνῃ, τάδε διέθετο Ἀριστοτέλης· ἐπίτροπον μὲν εἶναι πάντων καὶ διὰ παντὸς Ἀντίπατρον·