Ancient Greek
Β, Κεφ. ι′. ΕΥΚΛΕΙΔΗΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 110-2
Not analysed yet
Καὶ ἔστιν εἰς αὐτὸν ἡμῶν οὕτως ἔχον· οὐκ ἆρα μῦθος ἦν ἐκεῖνος εἰκαῖος, ὡς ἀτυχής τις ἐὼν τὸν πόδα κολυμβῶν περιέπειρέ πως ἥλῳ. καὶ γὰρ ὁ σεμνὸς ἀνήρ, πρὶν Ἀλφεόν ποτʼ ἐκπερᾶν, Ἀλεξῖνος θνῆσκε νυγεὶς καλάμῳ. γέγραφε δʼ οὐ μόνον πρὸς Ζήνωνα, ἀλλὰ καὶ ἄλλα βιβλία καὶ πρὸς Ἔφορον τὸν ἱστοριογράφον. Εὐβουλίδου δὲ καὶ Εὔφαντος γέγονε 〈γνώριμοσ〉 ὁ Ὀλύνθιος, ἱστορίας γεγραφὼς τὰς κατὰ τοὺς χρόνους τοὺς ἑαυτοῦ. ἐποίησε δὲ καὶ τραγῳδίας πλείους, ἐν αἷς εὐδοκίμει κατὰ τοὺς ἀγῶνας. γέγονε δὲ καὶ Ἀντιγόνου τοῦ βασιλέως διδάσκαλος, πρὸς ὃν καὶ λόγον γέγραφε Περὶ βασιλείας σφόδρα εὐδοκιμοῦντα. τὸν βίον δὲ γήρᾳ κατέστρεψεν.