Ancient Greek
Θ, Κεφ. ιβ′. ΤΙΜΩΝ
Diogenes Laertius, Lives of the Eminent Philosophers 112-4
Not analysed yet
τὸ δὲ πρῶτον ταὐτὰ περιέχει πράγματα, πλὴν ὅτι μονοπρόσωπός ἐστιν ἡ ποίησις· ἀρχὴ δὲ αὐτῷ ἥδε, ἕσπετε νῦν μοι ὅσοι πολυπράγμονές ἐστε σοφισταί. Ἐτελεύτησε δʼ ἐγγὺς ἐτῶν ἐνενήκοντα, ὥς φησιν ὁ Ἀντίγονος καὶ Σωτίων ἐν τῷ ἑνδεκάτῳ. τοῦτον ἐγὼ καὶ ἑτερόφθαλμον ἤκουσα, ἐπεὶ καὶ αὐτὸς αὑτὸν Κύκλωπα ἐκάλει. γέγονε καὶ ἕτερος Τίμων ὁ μισάνθρωπος. Ὁ δʼ οὖν φιλόσοφος καὶ φιλόκηπος ἦν σφόδρα καὶ ἰδιοπράγμων, ὡς καὶ Ἀντίγονός φησι. λόγος γοῦν εἰπεῖν Ἱερώνυμον τὸν περιπατητικὸν ἐπʼ αὐτοῦ, Ὡς παρὰ τοῖς Σκύθαις καὶ οἱ φεύγοντες τοξεύουσι καὶ οἱ διώκοντες, οὕτω τῶν φιλοσόφων οἱ μὲν διώκοντες θηρῶσι τοὺς μαθητάς, οἱ δὲ φεύγοντες, καθάπερ καὶ ὁ Τίμων.