Ancient Greek
ΒΙΩΝ ΚΑΙ ΓΝΩΜΩΝ ΤΩΝ ΕΝ ΦΙΛΟΣΟΦΙΑΙ ΕΥΔΟΚΙΜΗΣΑΝΤΩΝ ΤΩΝ ΕΙΣ ΔΕΚΑ ΤΟ ΠΡΩΤΟΝ, Κεφ. ι′. ΕΠΙΜΕΝΙΔΗΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 113
Not analysed yet
Ἐπιμενίδης Σόλωνι “Θάρρει, ὦ ἑταῖρε. αἰ γὰρ ἔτι θητευόντεσσιν Ἀθηναίοις καὶ μὴ εὐνομημένοις ἐπεθήκατο Πεισίστρατος, εἶχέ κα τὰν ἀρχὰν ἀεί, ἀνδραποδιξάμενος τὼς πολιήτας· νῦν δὲ οὐ κακὼς ἄνδρας δουλῶται· τοὶ μεμναμένοι τᾶς Σόλωνος μανύσιος ἀλγιόντι πεδʼ αἰσχύνας οὐδὲ ἀνεξοῦνται τυραννούμενοι. ἀλλʼ αἴ κα Πεισίστρατος 〈αὐτὸσ〉 κατασχέθῃ τὰν πόλιν, οὐ μὰν ἐς παῖδάς γε τήνω ἔλπομαι τὸ κράτος ἵξεσθαι· δυσμάχανον γὰρ ἀνθρώπως ἐλευθεριάξαντας ἐν τεθμοῖς ἀρίστοις δούλως ἦμεν. τὺ δὲ μὴ ἀλᾶσθαι, ἀλλʼ ἕρπε ἐς Κρήτην ποθʼ ἁμέ. τουτᾶ γὰρ οὐκ ἐσεῖταί τιν δεινὸς ὁ μόναρχος· αἰ δέ πη ἐπʼ ἀλατείᾳ ἐγκύρσωντί τοι τοὶ τήνω φίλοι, δειμαίνω μή τι δεινὸν πάθῃς.