Ancient Greek
Θ, Κεφ. α′. ΗΡΑΚΛΕΙΤΟΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 12-9
Not analysed yet
Σέλευκος μέντοι φησὶν ὁ γραμματικὸς Κρότωνά τινα ἱστορεῖν ἐν τῷ Κατακολυμβητῇ Κράτητά τινα πρῶτον εἰς τὴν Ἑλλάδα κομίσαι τὸ βιβλίον· 〈ὃν〉 καὶ εἰπεῖν Δηλίου τινὸς δεῖσθαι κολυμβητοῦ, ὃς οὐκ ἀποπνιγήσεται ἐν αὐτῷ. ἐπιγράφουσι δʼ αὐτῷ οἱ μὲν Μούσας, οἱ δὲ Περὶ φύσεως, Διόδοτος δὲ ἀκριβὲς οἰάκισμα πρὸς σταθμὴν βίου, ἄλλοι γνώμονʼ ἠθῶν, 〈τοῦ θʼ ὅλου〉 κόσμου τρόπιν ἑνός τε ξυμπάντων τε. φασὶ δʼ αὐτὸν ἐρωτηθέντα διὰ τί σιωπᾷ, φάναι ἵνʼ ὑμεῖς λαλῆτε. ἐπόθησε δʼ αὐτοῦ καὶ Δαρεῖος μετασχεῖν καὶ ἔγραψεν ὧδε πρὸς αὐτόν·