Ancient Greek
ΒΙΩΝ ΚΑΙ ΓΝΩΜΩΝ ΤΩΝ ΕΝ ΦΙΛΟΣΟΦΙΑΙ ΕΥΔΟΚΙΜΗΣΑΝΤΩΝ ΤΩΝ ΕΙΣ ΔΕΚΑ ΤΟ ΠΡΩΤΟΝ, Κεφ. ια′. ΦΕΡΕΚΥΔΗΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 121
Not analysed yet
ἐς φθεῖρας λόγος ἐστὶν ἀλλάξαι τὸ πρὶν εἶδος, θεῖναί τʼ εὐθὺ κελεύειν Μαγνήτων, ἵνα νίκην δοίη τοῖς Ἐφέσοιο γενναίοις πολιήταις. ἦν γὰρ χρησμός, ὃν ᾔδει μοῦνος, τοῦτο κελεύων· καὶ θνήσκει παρʼ ἐκείνοις. ἦν οὖν τοῦτʼ ἄρʼ ἀληθές· ἢν ᾖ τις σοφὸς ὄντως, καὶ ζῶν ἐστιν ὄνησις, χὤταν μηδὲν ὑπάρχῃ. Γέγονε δὲ κατὰ τὴν πεντηκοστὴν καὶ ἐνάτην Ὀλυμπιάδα. καὶ ἐπέστειλεν ὧδε·