Ancient Greek
Β, Κεφ. ιδ′. ΓΛΑΥΚΩΝ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 124-2
Not analysed yet
Γλαύκων Ἀθηναῖος· καὶ τούτου φέρονται ἐν ἑνὶ βιβλίῳ διάλογοι ἐννέα· Φειδύλος. Εὐριπίδης. Ἀμύντιχος. Εὐθίας. Λυσιθείδης. Ἀριστοφάνης. Κέφαλος. Ἀναξίφημος. Μενέξενος. φέρονται καὶ ἄλλοι δύο καὶ τριάκοντα, οἳ νοθεύονται.