Ancient Greek
ΙΣΤΟΡΙΩΝ Ζ, Κεφ. α′. ΖΗΝΩΝ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 135-2
Not analysed yet
Σῶμα δʼ ἐστίν, ὥς φησιν Ἀπολλόδωρος ἐν τῇ Φυσικῇ, τὸ τριχῆ διαστατόν, εἰς μῆκος, εἰς πλάτος, εἰς βάθος· τοῦτο δὲ καὶ στερεὸν σῶμα καλεῖται. ἐπιφάνεια δʼ ἐστὶ σώματος πέρας ἢ τὸ μῆκος καὶ πλάτος μόνον ἔχον, βάθος δʼ οὔ· ταύτην δὲ Ποσειδώνιος ἐν τρίτῳ Περὶ μετεώρων καὶ κατʼ ἐπίνοιαν καὶ καθʼ ὑπόστασιν ἀπολείπει. γραμμὴ δʼ ἐστὶν ἐπιφανείας πέρας ἢ μῆκος ἀπλατὲς ἢ τὸ μῆκος μόνον ἔχον. στιγμὴ δʼ ἐστὶ γραμμῆς πέρας, ἥτις ἐστὶ σημεῖον ἐλάχιστον. Ἕν τʼ εἶναι θεὸν καὶ νοῦν καὶ εἱμαρμένην καὶ Δία· πολλάς τʼ ἑτέρας ὀνομασίας προσονομάζεσθαι.