Ancient Greek
Γ, ΠΛΑΤΩΝ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 14-3
Not analysed yet
ἆρʼ ἔστιν αὔλησίς τι πρᾶγμα; —πάνυ μὲν οὖν. —ἄνθρωπος οὖν αὔλησίς ἐστιν; —οὐθαμῶς. —φέρʼ ἴδω, τί δʼ αὐλητάς; τίς εἶμέν τοι δοκεῖ; ἄνθρωπος; ἢ οὐ γάρ; —πάνυ μὲν οὖν. —οὐκ οὖν δοκεῖς οὕτως ἔχειν 〈κα〉 καὶ περὶ τἀγαθοῦ; τὸ μὲν ἀγαθόν τι πρᾶγμʼ εἶμεν καθʼ αὕθʼ, ὅστις δέ κα εἰδῇ μαθὼν τῆνʼ, ἀγαθὸς ἤδη γίγνεται. ὥσπερ γάρ ἐστʼ αὔλησιν αὐλητὰς μαθὼν ἢ ὄρχησιν ὀρχηστάς τις ἢ πλοκεὺς πλοκάν, ἢ πᾶν γʼ ὁμοίως τῶν τοιούτων ὅ τι τὺ λῇς, οὔ χʼ αὑτὸς εἴη χἀ τέχνα, τεχνικός γα μάν.