Ancient Greek
Ι, ΕΠΙΚΟΥΡΟΣ
Diogenes Laertius, Lives of the Eminent Philosophers 141-3
Not analysed yet
[VI.] Ἕνεκα τοῦ θαρρεῖν ἐξ ἀνθρώπων, ἦν κατὰ φύσιν [ἀρχῆς καὶ βασιλείας] ἀγαθόν, ἐξ ὧν ἄν ποτε τοῦθʼ οἷός τʼ ᾖ παρασκευάζεσθαι. [VII.] Ἔνδοξοι καὶ περίβλεπτοί τινες ἐβουλήθησαν γενέσθαι, τὴν ἐξ ἀνθρώπων ἀσφάλειαν οὕτω νομίζοντες περιποιήσεσθαι. ὥστʼ εἰ μὲν ἀσφαλὴς ὁ τῶν τοιούτων βίος, ἀπέλαβον τὸ τῆς φύσεως ἀγαθόν· εἰ δὲ μὴ ἀσφαλής, οὐκ ἔχουσιν οὗ ἕνεκα ἐξ ἀρχῆς κατὰ τὸ τῆς φύσεως οἰκεῖον ὠρέχθησαν. [VIII.] Οὐδεμία ἡδονὴ καθʼ ἑαυτὸ κακόν· ἀλλὰ τὰ τινῶν ἡδονῶν ποιητικὰ πολλαπλασίους ἐπιφέρει τὰς ὀχλήσεις τῶν ἡδονῶν.