Ancient Greek
Β, Κεφ. ιζ′. ΜΕΝΕΔΗΜΟΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 144
Not analysed yet
διὸ καί ποτε παρὰ πότον ὁ Μενέδημος ἐλέγξας αὐτὸν τοῖς λόγοις τά τε ἄλλα ἔφη καὶ δὴ καὶ φιλόσοφος μὲν [τοι] τοιοῦτος, ἀνὴρ δὲ καὶ τῶν ὄντων καὶ τῶν γενησομένων κάκιστος. Ἐτελεύτα δὲ κατὰ τὸν Ἡρακλείδην τέταρτον καὶ ἑβδομηκοστὸν ἔτος βιούς. καὶ εἰς αὐτὸν ἡμῶν ἐστιν οὕτως ἔχον· ἔκλυον, Μενέδημε, τεὸν μόρον, ὡς ἑκὼν ἀπέσβης ἐν ἡμέρῃσιν ἑπτὰ μηδὲν ἐσθίων. κᾆτʼ ἔργον ἔρεξας Ἐρετρικόν, ἀλλʼ ὅμως ἄνανδρον· ἀψυχίη γὰρ ἡγεμὼν ἔπειγέ σε. Καὶ οὗτοι μὲν οἱ Σωκρατικοὶ καὶ οἱ ἀπʼ αὐτῶν. μετιτέον δὲ ἐπὶ Πλάτωνα τὸν τῆς Ἀκαδημείας κατάρξαντα, καὶ τοὺς ἀπʼ αὐτοῦ, ὁπόσοι γεγόνασιν ἐλλόγιμοι.