Ancient Greek
Ι, ΕΠΙΚΟΥΡΟΣ
Diogenes Laertius, Lives of the Eminent Philosophers 149-2
Not analysed yet
[XXIX.] Τῶν ἐπιθυμιῶν αἱ μέν εἰσι φυσικαὶ 〈καὶ ἀναγκαῖαι· αἱ δὲ φυσικαὶ〉 καὶ οὐκ ἀναγκαῖαι· αἱ δὲ οὔτε φυσικαὶ οὔτʼ ἀναγκαῖαι ἀλλὰ παρὰ κενὴν δόξαν γινόμεναι. [φυσικὰς καὶ ἀναγκαίας ἡγεῖται ὁ Ἐπίκουρος τὰς ἀλγηδόνος ἀπολυούσας, ὡς ποτὸν ἐπὶ δίψους· φυσικὰς δὲ οὐκ ἀναγκαίας δὲ τὰς ποικιλλούσας μόνον τὴν ἡδονήν, μὴ ὑπεξαιρουμένας δὲ τὸ ἄλγημα, ὡς πολυτελῆ σιτία· οὔτε δὲ φυσικὰς οὔτʼ ἀναγκαίας, ὡς στεφάνους καὶ ἀνδριάντων ἀναθέσεις.] [XXX.] Ἐν αἷς τῶν φυσικῶν ἐπιθυμιῶν, μὴ ἐπʼ ἀλγοῦν δὲ ἐπαναγουσῶν ἐὰν μὴ συντελεσθῶσιν, ὑπάρχει ἡ σπουδὴ σύντονος, παρὰ κενὴν δόξαν αὗται γίνονται καὶ οὐ παρὰ τὴν ἑαυτῶν φύσιν οὐ διαχέονται ἀλλὰ παρὰ τὴν τοῦ ἀνθρώπου κενοδοξίαν.