Ancient Greek
Β, Κεφ. γ′. ΑΝΑΞΑΓΟΡΑΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 15-2
Not analysed yet
τελευτήσαντα δὴ αὐτὸν ἔθαψαν ἐντίμως οἱ Λαμψακηνοὶ καὶ ἐπέγραψαν· ἐνθάδε, πλεῖστον ἀληθείας ἐπὶ τέρμα περήσας οὐρανίου κόσμου, κεῖται Ἀναξαγόρας. Ἔστι καὶ ἡμῶν εἰς αὐτόν· ἠέλιον πυρόεντα μύδρον ποτὲ φάσκεν ὑπάρχειν, καὶ διὰ τοῦτο θανεῖν μέλλεν Ἀναξαγόρας· ἀλλʼ ὁ φίλος Περικλῆς μὲν ἐρύσατο τοῦτον, ὁ δʼ αὑτὸν ἐξάγαγεν βιότου μαλθακίῃ σοφίης. Γεγόνασι δὲ καὶ ἄλλοι τρεῖς Ἀναξαγόραι, ὧν [ἐν οὐδενὶ πάντα, ἀλλʼ] ὁ μὲν ἦν ῥήτωρ Ἰσοκράτειος· ὁ δʼ ἀνδριαντοποιός, οὗ μέμνηται Ἀντίγονος· ἄλλος γραμματικὸς Ζηνοδότειος.